Τετάρτη 6 Μαρτίου 2013

ΠΛΗΝ ΜΑΤΗΝ ΤΑΡΑΣΣΕΤΑΙ ΠΑΣ ΑΝΘΡΩΠΟΣ ΖΩΝ

ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ
(μικρό απόσπασμα)
Πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος ζῶν. Ἄνθρωπος, τὸ τῆς ζωῆς πρόσκαιρον δάνεισμα, τὸ τοῦ θανάτου  ἀνυπέρθετον  ὄφλημα,  τὸ ἐκ προαιρέσεως ἀδάμαστον ζῶον, τὸ αὐτοδίδακτον πονήρευμα, τὸ αὐτομαθὲς ἐπιβούλευμα, τὸ εὔτεχνον  εἰς κακουργίαν, τὸ εὐμήχανον εἰς ἀδικίαν, τὸ ἕτοιμον εἰς πλεονεξίαν, τὸ ἀκόρεστον εἰς ἀπληστίαν, τὸ εὐφυὲς εἰς ἀπιστίαν, τὸ ὑπέρογκον πνεῦμα, τὸ μεγαλοῤῥῆμον   θράσος,  τὸ  εὐδιάλυτον   φρύαγμα,  τὸ  εὐκαθαίρετον   ὕψωμα,  τὸ εὐάλωτον   τόλμημα,  ὁ  πηλὸς  ὁ  αὐθάδης,  ἡ  τέφρα  ἡ  στασιώδης,  ἡ κόνις   ἡ μεγαλόφρων,  ἡ  σποδὸς ἡ  πεφυσιωμένη,  ὁ σπινθὴρ  ὁ εὐκατάσβεστος, ἡ  φλὸξ  ἡ εὐμάραντος, ὁ εὐρίπιστος λύχνος, τὸ ἑτοιμοφθόρον ξύλον, ὁ εὐξήραντος χόρτος, ἡ εὐνέκρωτος χλόη, ἡ εὐδαπάνητος φύσις· ὁ σήμερον ἀπειλῶν, καὶ αὔριον τελευτῶν· ὁ σήμερον ἐν πλούτῳ, καὶ αὔριον ἐν τάφῳ· ὁ σήμερον ἐν διαδήματι, καὶ αὔριον ἐν μνήματι· ὁ σήμερον ἐν πορφύρᾳ, καὶ αὔριον ἐν ἐκφορᾷ· ὁ σήμερον ἐν θησαυροῖς, καὶ αὔριον ἐν σοροῖς· ὁ σήμερον ἐν κόλαξι, καὶ αὔριον ἐν σκώληξιν· ὁ σήμερον ὢν, καὶ αὔριον μὴ ὤν· ὁ ἄρτι φρυαττόμενος,  καὶ μετ'  ὀλίγον  θρηνούμενος· ὁ ἐν  εὐπραγίαις ἀφόρητος, καὶ ἐν δυσπραγίαις ἀπαραμύθητος· ὁ ἑαυτὸν ἀγνοῶν, καὶ τὰ ὑπὲρ  αὐτὸν  πολυπραγμονῶν·  ὁ  τὸ  παρὸν  οὐκ  εἰδὼς,  καὶ  περὶ  τῶν  μελλόντων φανταζόμενος·  ὁ  φύσει  θνητὸς,  καὶ  τῇ  ἐπάρσει, ὡς  νομίζει,  αἰώνιος·  τὸ  πάσης ἀῤῥωστίας προκείμενον  πάρεργον, τὸ παντὸς  πάθους εὐδιάβατον  καταγώγιον,  τὸ τῶν  πυρετῶν  ἀδιάφορον  καθημερινὸν  γυμνάσιον, τὸ πάσης λύπης  εὐπαράδεκτον πανδοχεῖον. Ὢ πόση τῆς ἡμετέρας εὐτελείας ἡ τραγῳδία! ὢ πόσος ὁ τῆς ἀνθρωπίνης εὐτελείας θρίαμβος!

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.